Πέμπτη 6 Φεβρουαρίου 2014

Θεοπατερικές ή Δεσποτικές

Θεοπατερικές ή Δεσποτικές χαρακτηρίζονται οι εορτές του χριστολογικού κύκλου, που είναι αφιερωμένες στην επίγεια διαδρομή του Ιησού Χριστού. Διακρίνονται δε σε δύο κατηγορίες, στις «ακίνητες» που εορτάζονται σε σταθερή ημερομηνία και τις «κινητές», που έχουν ως επίκεντρο την εορτή της Αναστάσεως του Κυρίου, η οποία εορτάζεται την πρώτη Κυριακή μετά την πανσέληνο της εαρινής ισημερίας.
Η Γέννησις του Σωτήρος Χριστού (25 Δεκεμβρίου)
 
 
 
 
 
 
 
Ἀπολυτίκιον. Ἦχος δ΄.
Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους Ἀνατολήν. Κύριε δόξα σοι.
 Η Περιτομή του Ιησού Χριστού (1 Ιανουαρίου)
 
 
 
 
 
 
 
 
 
 
  Ἀπολυτίκιον. Ἦχος α΄.
Μορφὴν ἀναλλοιώτως ἀνθρωπίνην προσέλαβες, Θεὸς ὢν κατ’ οὐσίαν, πολυεύσπλαγχνε Κύριε· καὶ Νόμον ἐκπληρῶν, περιτομήν, θελήσει καταδέχῃ σαρκικήν, ὅπως παύσῃς τὰ σκιώδη, καὶ περιέλῃς τὸ κάλυμμα τῶν παθῶν ἡμῶν. Δόξα τῇ ἀγαθότητι τῇ σῇ· δόξα τῇ εὐσπλαγχνίᾳ σου· δόξα τῇ ἀνεκφράστῳ, Λόγε, συγκαταβάσει σου.
 
Η Υπαπαντή του Ιησού Χριστού (2 Φεβρουαρίου)
 
 
 
 
 
 
 

Ἀπολυτίκιον. Ἦχος α΄.  
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε, ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἠμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβῦτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἠμῶν, χαριζόμενον ἠμὶν καὶ τὴν Ἀνάστασιν.   

Τα Θεοφάνεια του Σωτήρος Χριστού (6 Ιανουαρίου)
 
 
 
 
Ἀπολυτίκιον. Ἦχος α΄.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις, τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομὰζουσα καὶ τὸ Πνεῦμα, ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλὲς. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεὸς καὶ τὸν κόσμον φωτίσας, δόξα σοι.
 
Η έγερση του Λαζάρου (Σάβατο παραμονής των Βαΐων)
 
 
 
 
 
 
 
 
Ἀπολυτίκιον. Ἦχος α΄.
Τὴν κοινὴν Ἀνάστασιν πρὸ τοῦ σοῦ πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον, Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
 
Η μετά βαΐων υποδοχή του Κυρίου  (Κυριακή προ Πάσχα)
 
 
 
 
 
 
 
Ἀπολυτίκιον. Ἦχος δ’
Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Η Σταύρωσις του Ιησού (Μεγάλη Πέμπτη)
 
 
 
 
 
  
 
   
 
 
Τροπάριον. Ἦχος πλ. β΄.
Σήμερον κρεμᾶται ἐπὶ ξύλου ὁ ἐν ὕδασι τὴν γῆν κρεμάσας. Στέφανον ἐξ ἀκανθῶν περιτίθεται ὁ τῶν Ἀγγέλων Βασιλεύς. Ψεύδη πορφύραν περιβάλλεται ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις. Ῥάπισμα κατεδέξατο ὁ ἐν Ἰορδάνῃ ἐλευθερώσας  τὸν  Ἀδάμ. Ἥλοις προσηλώθη ὁ Νυμφίος τῆς Ἐκκλησίας. Λόγχῃ ἐκεντήθη ὁ Υἱὸς τῆς Παρθένου. Προσκυνοῦμέν σου τὰ Πάθη Χριστέ. Δεῖξον ἡμῖν καὶ τὴν ἔνδοξόν σου Ἀνάστασιν.
 
Η Αποκαθήλωση του Κυρίου (Μ. Παρασκευή)
 
 
 
 
 
Ἀπολυτίκιον. Ἦχος β΄.
Ὁ εὐσχήμων Ἰωσήφ, ἀπὸ τοῦ ξύλου καθελὼν τὸ ἄχραντόν σου Σῶμα, σινδόνι καθαρᾷ, εἱλήσας καὶ ἀρώμασιν, ἐν μνήματι καινῷ κηδεύσας ἀπέθετο.
 
Η Ζωή εν Τάφω – Επιτάφιος Θρήνος (Μ. Παρασκευή)
 
 
 
 
 
Τροπάριον. Ἦχος β’.
Ὅτε κατῆλθες πρὸς τὸν θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, τότε τὸν ᾍδην ἐνέκρωσας, τῇ ἀστραπῇ τῆς Θεότητος, ὅτε δὲ καὶ τοὺς τεθνεῶτας ἐκ τῶν καταχθονίων ἀνέστησας, πᾶσαι αἱ Δυνάμεις τῶν ἐπουρανίων ἐκραύγαζον· Ζωοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.
ΤΟ ΑΓΙΟΝ ΠΑΣΧΑ - Η Ανάστασις του Σωτήρος Χριστού
 
 
 
 
 

        
          Κοντάκιον. Ἦχος πλ. δ’
Ε κα ν τφ κατλθες θνατε, λλ το δου καθελες τν δναμιν, κα νστης ς νικητς, Χριστ Θες, γυναιξ Μυροφροις φθεγξμενος, Χαρετε, κα τος σος ποστλοις ερνην δωρομενος τος πεσοσι παρχων νστασιν.
Η Ανάληψις του Κυρίου (40ή ημέρα από του Πάσχα)
 
 
 
 
 
 
 
 
Ἀπολυτίκιον. Ἦχος δ’.
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ Ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

Η Πεντηκοστή (Η΄ Κυριακή από του Πάσχα)
 
 
 
 
 
 
 Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι’ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.
 
Του Αγίου Πνεύματος (Δευτέρα μετά την Πεντηκοστή)
 
 
 
 
 
 
Κοντάκιον. Ἦχος πλ. δ’
Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.
Η Μεταμόρφωσις του Σωτήρος (6 Αυγούστου)
 
 
 
 
 
 
 
Ἀπολυτίκιον. Ἦχος βαρὺς
Μετεμορφώθης ἐν τῷ ὄρει, Χριστὲ ὁ Θεός, δεῖξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, Φωτοδότα δόξα σοι.
Η Ύψωσις του Τιμίου Σταυρού (14 Σεπτεμβρίου)
 
 
 
 
 
 
 
 
 
Ἀπολυτίκιον. Ἦχος α’.
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Ανάστασιν Χριστο θεασάμενοι, προσκυνήσωμεν Αγιον Κύριον Ιησον, τόν μόνον ναμάρτητον. Τόν Σταυρόν σου, Χριστέ, προσκυνομεν, καί τήν γίαν σου Ανάστασιν μνομεν καί δοξάζομεν. Σύ γάρ ε Θεός μν, κτός Σο λλον οκ οδαμεν, τό νομά Σου νομάζομεν. Δετε πάντες ο πιστοί προσκυνήσωμεν τήν το Χριστο γίαν Ανάστασιν· δού γάρ λθε διά το Σταυρο, χαρά ν λ τ κόσμ. Διαπαντός ελογοντες τόν Κύριον, μνομεν τήν Ανάστασιν ατο. Σταυρόν γάρ πομείνας δι’ μς, θανάτ θάνατον λεσεν

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου